TLG 0207 001 :: HERMOCLES :: Ithyphalli

HERMOCLES Lyr.
(Cyzicenus: 4–3 B.C.)

Ithyphalli

Source: Powell, J.U. (ed.), Collectanea Alexandrina. Oxford: Clarendon Press, 1925 (repr. 1970): 173–174.

Citation: (Line)

. . . . . . .
1Ὡς οἱ μέγιστοι τῶν θεῶν καὶ φίλτατοι τῇ πόλει πάρεισιν· ἐνταῦθα γὰρ Δήμητρα καὶ Δημήτριον
ἅμα παρῆχ’ ὁ καιρός.173
5Χἠ μὲν τὰ σεμνὰ τῆς Κόρης μυστήρια ἔρχεθ’ ἵνα ποιήσῃ, ὁ δ’ ἱλαρός, ὥσπερ τὸν θεὸν δεῖ, καὶ καλὸς καὶ γελῶν πάρεστι. Σεμνόν τι φαίνεθ’, οἱ φίλοι πάντες κύκλῳ,
10 ἐν μέσοισι δ’ αὐτός, ὅμοιον ὥσπερ οἱ φίλοι μὲν ἀστέρες, ἥλιος δ’ ἐκεῖνος. Ὦ τοῦ κρατίστου παῖ Ποσειδῶνος θεοῦ, χαῖρε, κἀφροδίτης.
15Ἄλλοι μὲν ἢ μακρὰν γὰρ ἀπέχουσιν θεοί, ἢ οὐκ ἔχουσιν ὦτα, ἢ οὐκ εἴσιν, ἢ οὐ προσέχουσιν ἡμῖν οὐδὲ ἕν, σὲ δὲ παρόνθ’ ὁρῶμεν, οὐ ξύλινον οὐδὲ λίθινον, ἀλλ’ ἀληθινόν.
20 Εὐχόμεσθα δή σοι· πρῶτον μὲν εἰρήνην ποίησον, φίλτατε, κύριος γὰρ εἶ σύ, τὴν δ’ οὐχὶ Θηβῶν, ἀλλ’ ὅλης τῆς Ἑλλάδος Σφίγγα περικρατοῦσαν,
25(Αἰτωλὸς ὅστις ἐπὶ πέτρας καθήμενος, ὥσπερ ἡ παλαιά, τὰ σώμαθ’ ἡμῶν πάντ’ ἀναρπάσας φέρει, κοὐκ ἔχω μάχεσθαι· Αἰτωλικὸν γὰρ ἁρπάσαι τὰ τῶν πέλας,
30 νῦν δὲ καὶ τὰ πόρρω·) μάλιστα μὲν δὴ κόλασον αὐτός· εἰ δὲ μή, Οἰδίπουν τιν’ εὑρέ, τὴν Σφίγγα ταύτην ὅστις ἢ κατακρημνιεῖ
ἢ σπίνον ποιήσει.174